Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
- νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
- ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα
- ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
- δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
- θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
- ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν
- οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι,
- νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
- τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
- τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
- εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
- καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
- τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
- καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
- ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
- οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
- θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.
- νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
- ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·