Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς
- πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
- σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
- γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ
- θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
- θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων
- στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς
- Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
- γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων
- ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
- ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
- Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
- μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·
- τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
- ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
- πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
- τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
- καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
- πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.