Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
- ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
- ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
- Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
- πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·
- πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
- ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
- θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
- μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
- ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
- [[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.]
- [τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]]
- ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
- αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
- ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,
- Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
- θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
- χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
- ---ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν
- ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,