Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
- ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
- οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
- ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
- Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·
- ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι
- βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
- σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς
- ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
- σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.
- χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
- ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
- αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
- ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
- οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
- οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
- ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
- ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
- ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας
- ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.