Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.
- Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,
- καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
- ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·
- οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
- καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
- καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.
- ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
- καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
- Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
- εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
- ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
- ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
- καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
- ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
- νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·
- ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
- τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
- ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·
- ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,