Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
- αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
- αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
- οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
- οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην.
- Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·
- Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
- δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
- ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·
- νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
- ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
- σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·
- οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
- μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
- πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
- οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
- αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,
- οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
- πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
- ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,