Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων
- ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
- εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα,
- οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
- τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
- ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
- αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν
- οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
- ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
- τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
- ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
- ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
- αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
- ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
- χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ
- ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
- αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
- καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,
- ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
- ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν