Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
- πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
- αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
- ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
- κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
- οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
- ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
- ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
- πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν
- Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
- φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις,
- παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
- σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
- ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
- κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
- παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
- Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
- κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
- οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.