Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·
- θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
- εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
- τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
- ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
- σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει
- σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
- πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
- ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
- ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
- ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,
- αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
- δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
- αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
- Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
- ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν
- ---οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
- αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
- ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
- αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,