Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
- τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
- ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω
- πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
- ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,
- σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·
- πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
- οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων
- ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
- ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
- ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.
- τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.
- ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
- ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
- σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
- οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
- τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
- ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων
- ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
- ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο