Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
- Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
- καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις;
- οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
- οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην·
- οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
- οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
- ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
- σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
- μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·
- καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο,
- παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
- βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις.
- χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών.
- εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·
- μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
- μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
- αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
- ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
- ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,