Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
- φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
- ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.
- γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
- νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
- παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
- παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
- τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
- νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·
- πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
- πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
- οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
- ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
- Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
- ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
- θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.
- ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
- ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
- ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ
- ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.