Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
- ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
- βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
- οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
- οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
- ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
- αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.
- ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
- πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
- ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
- ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο
- κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
- ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
- ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
- Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
- χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
- σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν
- πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
- ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.