Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
- τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
- ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,
- πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
- τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ
- φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·
- αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
- παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,
- ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
- νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.
- ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.
- φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
- οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω
- φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
- ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
- ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
- πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσʼ
- ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
- ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·