Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
- Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
- ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
- νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
- αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,
- ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
- νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
- ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
- λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.
- ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
- τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
- εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
- καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
- ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,
- νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν
- ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.
- ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
- ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
- τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
- ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,