Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον
- καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.
- ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
- υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
- Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα
- ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
- Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος
- ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
- κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.
- τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
- ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
- βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,
- πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
- ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων
- κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
- τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,
- οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·
- ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
- ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
- ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας