Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
- θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
- τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
- μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
- νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
- ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
- αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
- βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
- νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
- αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.
- βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,
- πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
- ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
- κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
- εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
- πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
- εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
- ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
- εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
- ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας