Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν
- παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
- Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα
- ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
- οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
- οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς
- δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
- αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.
- ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν
- ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.
- ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·
- σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
- νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων
- κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.
- μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
- τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
- ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω
- ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
- Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
- ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.