Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·
- ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
- σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
- ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·
- ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
- ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
- δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
- Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
- λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
- κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
- ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·
- ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
- ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
- καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
- ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
- δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε,
- σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας
- οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.
- αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
- σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·