Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
- [[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα[*](Allen.)]]
- πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
- ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·
- ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
- καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
- ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
- ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
- βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
- Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·
- Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
- ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι,
- ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
- Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
- ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·
- ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
- μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
- ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
- Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε