Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
- Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
- ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
- δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
- ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
- ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
- λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
- ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
- καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
- τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
- μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
- νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
- ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
- ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
- κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
- τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
- πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
- οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
- ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
- ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν