Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε
- Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.
- αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
- ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
- χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
- νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
- νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
- βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
- αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
- αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
- ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
- πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.
- τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
- βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.
- εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
- δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
- ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε
- λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν·
- ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.