Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα
- Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
- καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
- Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
- τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
- εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
- αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
- Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·
- πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
- καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·
- δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
- Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, —
- ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει·
- οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον,
- οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.
- εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
- ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας
- ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
- δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι
- χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.