Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
- οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
- ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
- τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν
- ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
- αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
- ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
- ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
- σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
- ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
- τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,