Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ
- σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·
- ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
- ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
- πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν
- Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
- Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.
- ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι,
- ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
- πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
- καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;