Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,
- οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·
- τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
- ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
- ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·
- νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
- νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·
- ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας.
- τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
- ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
- τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε