Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  2. ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
  3. καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
  4. ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
  5. ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
  6. λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
  7. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  8. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε
  9. ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  10. ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
  11. ἐς λιμένʼ· ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
  12. ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,