Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
- ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
- ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
- ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
- ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον
- Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
- καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
- καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.
- βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
- ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
- εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
- καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο