Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
  2. ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
  3. ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
  4. ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
  5. ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον
  6. Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
  7. καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
  8. καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.
  9. βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
  10. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  11. εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
  12. καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο
  13. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  14. ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
  15. καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
  16. ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
  17. ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
  18. λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
  19. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  20. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε