Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους
- ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
- ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
- νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
- τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι
- [[ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν][*](Allen-Sikes’s supplement.)]
- πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
- οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·
- οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
- οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
- ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
- ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
- νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
- πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
- ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
- Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
- Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον.
- οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες
- φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
- εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον