Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·
- πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
- ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες
- ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
- ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
- κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
- Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
- ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
- ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
- ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
- νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,
- Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
- Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
- Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,
- Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
- Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
- Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
- καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
- παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
- καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ