Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
- Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
- χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
- ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
- ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
- πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
- καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,
- ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι
- πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
- οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
- καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
- οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
- οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
- ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ
- νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
- Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
- ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
- φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
- χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
- οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ