Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
  2. πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
  3. καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,
  4. ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι
  5. πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
  6. οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
  7. καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
  8. οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
  9. οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
  10. ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ
  11. νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
  12. Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι