Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.
- τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο,
- ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
- Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
- αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
- καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
- οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
- βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε·
- στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
- Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
- χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
- ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.