Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
  2. φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
  3. χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
  4. οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
  5. ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους
  6. ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
  7. ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
  8. νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
  9. τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι
  10. [[ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν][*](Allen-Sikes’s supplement.)]
  11. πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
  12. οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·