Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
- κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
- θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕλην
- πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
- φοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
- ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·
- οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
- ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
- ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
- οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς
- ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ
- πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
- ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.
- τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο,
- ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα
- Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
- αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
- καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
- οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
- βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε·