Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
  2. κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
  3. θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕλην
  4. πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
  5. φοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
  6. ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·
  7. οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
  8. ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
  9. ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
  10. οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς
  11. ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ
  12. πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.