Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
- ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
- ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·
- κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα
- τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.
- ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
- οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
- οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
- αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
- ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
- τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
- ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
- ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
- ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
- δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
- αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
- δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.
- ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·
- ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
- πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων