Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
  2. ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
  3. τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
  4. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  5. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  6. ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
  7. δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
  8. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
  9. δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.
  10. ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·
  11. ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
  12. πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων