Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
- δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
- ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
- σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
- πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
- οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
- ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
- φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.
- καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
- παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
- οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.
- οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο
- τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
- ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
- αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
- χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον·
- κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
- Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
- Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
- αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα