Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
- ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
- ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα.
- ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
- ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
- ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
- ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
- ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
- ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
- ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς
- δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
- ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ