Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.
  2. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·
  3. ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
  4. οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
  5. ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
  6. ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
  7. ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
  8. κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
  9. πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα,
  10. τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
  11. νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
  12. ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν