Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴν
  2. πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
  3. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
  4. εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα
  5. Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·
  6. φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
  7. ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
  8. ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
  9. ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
  10. ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
  11. πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων
  12. ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·