Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον,
- ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
- τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
- ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
- βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
- τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
- στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·
- Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
- ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
- ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
- ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
- ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,