Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
- ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
- καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
- πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
- Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
- ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
- καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
- τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
- πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.
- τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
- δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι
- ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
- οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
- χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
- Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
- τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
- κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
- ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.
- πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
- πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς,