Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
- παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Αʼπόλλων ἐγκιθαρίζει
- καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει
- μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
- οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
- Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
- υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι.
- πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
- ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
- ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
- Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
- ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ;
- ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
- ---πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν.
- ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
- ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον;
- Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες·
- Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας
- καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,
- Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.