Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
- αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις.
- εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
- φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
- ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
- χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
- ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
- εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
- αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
- Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
- ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων
- τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι
- ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
- εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ·
- αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
- Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη
- ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
- τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια,
- ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
- Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.