Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ
- τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
- ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,
- βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ
- ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
- Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·
- οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
- οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
- Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.
- ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον,
- Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·
- ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
- ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ
- ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν
- κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
- εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
- ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
- ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι
- εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
- ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·