Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
- ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
- πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
- μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
- φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
- ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
- χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
- μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
- ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
- ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
- ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
- ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
- τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
- τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
- ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν
- ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
- οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
- αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
- ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
- ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν