Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
  2. ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·
  3. ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,
  4. ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
  5. αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
  6. οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
  7. μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα.
  8. φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
  9. ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·
  10. πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
  11. ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας
  12. νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.